Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.27.1 | Hdt. 2.28.3 (English) | >>Hdt. 2.29.3 |
2.28.1
ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο · τοῦ δὲ Νείλου τὰς πηγὰς οὔτε Αἰγυπτίων οὔτε Λιβύων οὔτε Ἑλλήνων τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους οὐδεὶς ὑπέσχετο εἰδέναι , εἰ μὴ ἐν Αἰγύπτῳ ἐν Σάι πόλι ὁ γραμματιστὴς τῶν ἱρῶν χρημάτων τῆς Ἀθηναίης .
2.28.2 οὗτος δʼ ἔμοιγε παίζειν ἐδόκεε φάμενος εἰδέναι ἀτρεκέως · ἔλεγε δὲ ὧδε , εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα , μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης , οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι τῷ δὲ Μῶφι ·
2.28.3 τὰς ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν , καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπʼ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον , τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰθιοπίης τε καὶ νότου .
2.28.4 ὡς δὲ ἄβυσσοι εἰσι αἱ πηγαί , ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι · πολλέων γὰρ αὐτὸν χιλιάδων ὀργυιέων πλεξάμενον κάλον κατεῖναι ταύτῃ καὶ οὐκ ἐξικέσθαι ἐς βυσσόν .
2.28.5 οὕτω μὲν δὴ ὁ γραμματιστής , εἰ ἄρα ταῦτα γινόμενα ἔλεγε , ἀπέφαινε , ὡς ἐμὲ κατανοέειν , δίνας τινὰς ταύτῃ ἐούσας ἰσχυρὰς καὶ παλιρροίην , οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι , μὴ δύνασθαι κατιεμένην καταπειρητηρίην ἐς βυσσὸν ἰέναι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.27.1 | Hdt. 2.28.3 (English) | >>Hdt. 2.29.3 |